Dunk's Bible Palace

The Motif Searcher: one word across the Douay, the Latin, the Greek and the Hebrew.

3 Kings 2:35

And the king appointed Banaias the son of Joiada in his room over the army, and Sadoc the priest he put in the place of Abiathar.

Open 3 Kings 2:35 in the Motif Searcher, word by word across all five texts →Show on the spiral →

The verse in its languages

Vulgate (Clementine)
Et constituit rex Banaiam filium Jojadæ pro eo super exercitum, et Sadoc sacerdotem posuit pro Abiathar.
Septuagint (Swete)
καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιοὺ υἱὸν Ἰωδᾶε ἀντ᾽ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ. καὶ Σαδὼκ τὸν ἱερέα, ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιαθάρ. (35a) Καὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. (35b) καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. (35c) καὶ ἔλαβεν τὴν θυγατέρα Φαραώ, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν. (35d) καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει. (35e) καὶ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. καὶ ᾠκοδόμησεν τὴν ἄκραν ἔπαλξιν ἐπ᾽ αὐτῆς. διέκοψεν τὴν πόλιν Δαυείδ. (35f) οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυεὶδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ. τότε ᾠκοδόμησεν τὴν ἄκραν. (35g) καὶ Σαλωμὼν ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον. (35h) καὶ οὗτοι οἱ ἄρχοντες οἱ κατεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. (35i) καὶ ᾠκοδόμησεν τὴν Ἀσσοὺρ καὶ τὴν Μαγαὼ καὶ τὴν Γάζερ καὶ τὴν Βαιθωρὼν ἐπάνω καὶ τὰ Βαλλάθ. (35k) πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας. (35l) Καὶ ἐν τῷ ἔτι Δαυεὶδ ζῇν ἐνετείλατο τῷ Σαλωμὼν λέγων Ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρά, υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμεινεὶ ἐκ Χεβρών. (35m) οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς· (35n) καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· (35o) καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σύ, καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
Hebrew (WLC)
וַיִּתֵּ֨ן הַמֶּ֜לֶךְ אֶת בְּנָיָ֧הוּ בֶן יְהוֹיָדָ֛ע תַּחְתָּ֖יו עַל הַצָּבָ֑א וְאֶת צָד֤וֹק הַכֹּהֵן֙ נָתַ֣ן הַמֶּ֔לֶךְ תַּ֖חַת אֶבְיָתָֽר

Haydock's commentary

Abiathar. See ver. 26. Secular princes sometimes nominate, but they must obey, the pastor. (Worthington)

From Haydock's Catholic Bible Commentary, 1859, in the transcription made by Todd Easton and kept online by John Paul Wohlschied at johnblood.gitlab.io/haydock.